Add parallel Print Page Options

22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς [a]ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον [b]ἐκ καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, 23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος θεοῦ καὶ [c]μένοντος· 24 διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα [d]αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ [e]ἄνθος ἐξέπεσεν· 25 τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.

Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ [f]ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε [g]εἰς σωτηρίαν, [h]εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος.

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 1:22 ἀληθείας WH Treg NIV] + διὰ πνεύματος RP
  2. ΠΕΤΡΟΥ Α΄ 1:22 ἐκ WH Treg NIV] + καθαρᾶς RP NA
  3. ΠΕΤΡΟΥ Α΄ 1:23 μένοντος WH Treg NIV] + εἰς τὸν αἰῶνα RP
  4. ΠΕΤΡΟΥ Α΄ 1:24 αὐτῆς WH Treg NIV] ἀνθρώπου RP
  5. ΠΕΤΡΟΥ Α΄ 1:24 ἄνθος WH Treg NIV] + αὐτοῦ RP
  6. ΠΕΤΡΟΥ Α΄ 2:1 ὑποκρίσεις Treg NIV RP] ὑπόκρισιν WH
  7. ΠΕΤΡΟΥ Α΄ 2:2 εἰς σωτηρίαν WH Treg NIV] – RP
  8. ΠΕΤΡΟΥ Α΄ 2:3 εἰ WH Treg NIV] εἴπερ RP